ἦχος πλ. β´.
Ὁ Νυμφίος ὁ κάλλει
ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν τοῦ
νυμφῶνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τῇ μεθέξει τῶν
παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος, δαιτυμόνα φαιδρὸν
ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
(Ἀπόστιχον τοῦ Ὄρθρου Μεγ.Τρίτης)