Εμφάνιση αναρτήσεων με ετικέτα Υμνολογικά. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Υμνολογικά. Εμφάνιση όλων των αναρτήσεων
Τετάρτη, Αυγούστου 17, 2011
Δευτέρα, Αυγούστου 15, 2011
Ύμνοι της Κοιμήσεως
Ἐν τῇ Βασιλείᾳ Σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Ἦχος πλ. δ´. Ἱλάσθητί μοι Σωτὴρ
Τὴν καθαράν σου ψυχὴν | Χριστὸς αὐτὸς ἐχειρίσατο, | ἐπουρανίαις σκηναῖς | εἰσάγων Πανένδοξε, | Ἀγγέλων, Ταγμάτων τε | ἱσταμένων τρόμῳ | τῇ ἀπείρῳ θείᾳ αἴγλῃ σου.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Τῶν Ἀποστόλων χορὸς | συνήχθη ἅμα ὡς τάχιστα, | τῇ σῇ Κοιμήσει, Ἁγνή, | συνδιακονῆσαί σοι, | καὶ ὕμνους προσέφερον | ἐν θείᾳ ἐκστάσει | τῷ ἀῤῥήτῳ μυστηρίῳ σου.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Κυρίαν σε τοῦ παντὸς | καὶ Δέσποιναν ὀνομάζομεν, | τὸν ὄντως ὄντα Θεὸν | ἀῤῥήτως γὰρ τέτοκας, | τὸν πάντα ποιήσαντα | καὶ διακρατοῦντα | καὶ συνέχοντα Πανύμνητε.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἠλέηται διὰ σοῦ | ἡ φύσις τῆς ἀνθρωπότητος. | Τὸν ἐλεήμονα γὰρ | ἐκύησας Κύριον, | Κόρη ὑπεράγαθε, | ὅθεν δυσωπῶ σε | τὴν ἐμὴν ψυχὴν ἐλέησον.
Μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Λελαμπρυσμένον Θεοῦ, | καὶ φωταυγὲς ἐνδιαίτημα, | ψυχῆς μου τὴν ζοφεράν, | χλαῖναν ἀπαμφίασον, | καὶ φωτεινὸν ἔνδυμα, | καὶ πνεῦμα σοφίας, | καὶ συνέσεώς μοι δώρησαι.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἀθέων πάντων ἐχθρῶν | τὰ βέλη σύντριψον Δέσποινα | καὶ πᾶσαν ἐπιβουλὴν | δαιμόνων ματαίωσον, | λαὸν χριστεπώνυ-μον, | σκέπουσα τῇ στοργῇ σου, | ἵνα πόθῳ σε γεραίρωμεν.
Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διωξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τιμῶμεν πανευλαβῶς | τὴν σὴν εἰκόνα τὴν ἄχραντον, | καὶ ἐν Ναῷ σου σεπτῷ | εἰσιόντες Δέσποινα, | θείαν ἀγαλλίασιν | καὶ ψυχῶν ὑγείαν | ἀπαντλοῦμεν, Θεονύμφευτε.
Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰ τέλη μου τῆς ζωῆς | ἠλέησας ἵνα γένωνται | εἰρηνικά, νηπτικά, | εὐάρεστα, τέλεια, | ἀφάτῳ προνοίᾳ σου | Ὑπερύμνητε Κόρη, | θείας δόξης ἀξιοῦσά με.
Δόξα.
Τῶν Ἀσωμάτων, Χριστέ, | τὰ Τάγματα δυσωποῦσί σε, | Μαρτύρων τε Προφητῶν | καὶ τῶν Ἀποστόλων σου, | διὰ τῆς Τεκούσης σε | τὸν λαόν σου σῷζε | ἀπὸ πάσης περιστάσεως.
Καὶ νῦν.
Ἡλίου τοῦ νοητοῦ, | χαῖρε αὐγὴ ἀστραπόμορφε, | χαῖρε πηγὴ τῆς ζωῆς, | ἐξ ἧς ἡμῖν ἔλαμψεν, | ὁ ζωαρχικώτατος | Ἰησοῦς ἡ πάντων, | ἀγαλλίασις καὶ λύτρωσις.
Δευτέρα, Αυγούστου 08, 2011
Κυρία, Δέσποινα, Θεοτόκε
![]() |
| χειρ Φωτίου Κόντογλου |
Χαίροις, τῆς ὑγείας ἡμῶν σφραγίς, χαίροις, ἀλγηδόνων ἡ κατάπαυσις τῶν πιστῶν, λύτειρα τῶν πόνων ἁπάντων χριστωνύμων, Κυρία Θεοτόκε, σῷζε τους δούλους σου.
Σκέπη τῆς Παρθένου φωτολαμπής, πιστῶν σωτηρία καὶ ἀπίστων ἡ συντριβή, σκέπε πάσης βλάβης, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, καὶ ἀπεκδεχομένους τὴν σὴν βοήθειαν.
Ἆρον σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως τοὺς εἰκόνι σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις, τούτων Πανύμνητε.
Τετάρτη, Αυγούστου 03, 2011
Μεταμόρφωση Κυρίου
Αὐγούστου Ϛ´.
Ἐκλογή
Εἰς τὴν Μεταμόρφωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
Ἐν ὄρει ἁγίῳ αὐτοῦ. Ἀλληλούϊα.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίω αὐτοῦ. Ἀλληλούϊα.
Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. Ἀλληλούϊα.
Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἀλληλούϊα.
Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀλληλούϊα.
Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. Ἀλληλούϊα.
Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ἀλληλούϊα.
Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀλληλούϊα.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἀλληλούϊα.
Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου. Ἀλληλούϊα.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἀλληλούϊα.
Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Ἀλληλούϊα.
Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Ἀλληλούϊα.
Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. Ἀλληλούϊα.
Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας· τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Ἀλληλούϊα.
Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἀλληλούϊα.
Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματι σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. Ἀλληλούϊα.
Ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Ἀλληλούϊα.
Ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀλληλούϊα.
Ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἀλληλούϊα.
Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ἡμᾶς. Ἀλληλούϊα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος α´.
Τὸν Πατέρα προσκυνήσωμεν,* καὶ τὸν Υἱὸν δοξολογήσωμεν,* καὶ τὸ Πανάγιον ὁμοῦ* πάντες Πνεῦμα ἀνυμνήσωμεν,* κράζοντες καὶ λέγοντες·* Παναγία Τριάς,* σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ αὐτός.
Τὴν μητέρα σου προσάγει σοι* εἰς ἱκεσίαν ὁ λαός σου, Χριστέ·* ταῖς παρακλήσεσιν αὐτῆς* τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν, ἀγαθέ,* ἵνα σὲ δοξάζωμεν,* τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εγγραφή σε:
Αναρτήσεις (Atom)



