Ἐν τῇ Βασιλείᾳ Σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ Σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Ἦχος πλ. δ´. Ἱλάσθητί μοι Σωτὴρ
Τὴν καθαράν σου ψυχὴν | Χριστὸς αὐτὸς ἐχειρίσατο, | ἐπουρανίαις σκηναῖς | εἰσάγων Πανένδοξε, | Ἀγγέλων, Ταγμάτων τε | ἱσταμένων τρόμῳ | τῇ ἀπείρῳ θείᾳ αἴγλῃ σου.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Τῶν Ἀποστόλων χορὸς | συνήχθη ἅμα ὡς τάχιστα, | τῇ σῇ Κοιμήσει, Ἁγνή, | συνδιακονῆσαί σοι, | καὶ ὕμνους προσέφερον | ἐν θείᾳ ἐκστάσει | τῷ ἀῤῥήτῳ μυστηρίῳ σου.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Κυρίαν σε τοῦ παντὸς | καὶ Δέσποιναν ὀνομάζομεν, | τὸν ὄντως ὄντα Θεὸν | ἀῤῥήτως γὰρ τέτοκας, | τὸν πάντα ποιήσαντα | καὶ διακρατοῦντα | καὶ συνέχοντα Πανύμνητε.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Ἠλέηται διὰ σοῦ | ἡ φύσις τῆς ἀνθρωπότητος. | Τὸν ἐλεήμονα γὰρ | ἐκύησας Κύριον, | Κόρη ὑπεράγαθε, | ὅθεν δυσωπῶ σε | τὴν ἐμὴν ψυχὴν ἐλέησον.
Μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Λελαμπρυσμένον Θεοῦ, | καὶ φωταυγὲς ἐνδιαίτημα, | ψυχῆς μου τὴν ζοφεράν, | χλαῖναν ἀπαμφίασον, | καὶ φωτεινὸν ἔνδυμα, | καὶ πνεῦμα σοφίας, | καὶ συνέσεώς μοι δώρησαι.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ἀθέων πάντων ἐχθρῶν | τὰ βέλη σύντριψον Δέσποινα | καὶ πᾶσαν ἐπιβουλὴν | δαιμόνων ματαίωσον, | λαὸν χριστεπώνυ-μον, | σκέπουσα τῇ στοργῇ σου, | ἵνα πόθῳ σε γεραίρωμεν.
Μακάριοι ἐστέ, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διωξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τιμῶμεν πανευλαβῶς | τὴν σὴν εἰκόνα τὴν ἄχραντον, | καὶ ἐν Ναῷ σου σεπτῷ | εἰσιόντες Δέσποινα, | θείαν ἀγαλλίασιν | καὶ ψυχῶν ὑγείαν | ἀπαντλοῦμεν, Θεονύμφευτε.
Χαίρετε καὶ ἀγαλλιᾶσθε ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰ τέλη μου τῆς ζωῆς | ἠλέησας ἵνα γένωνται | εἰρηνικά, νηπτικά, | εὐάρεστα, τέλεια, | ἀφάτῳ προνοίᾳ σου | Ὑπερύμνητε Κόρη, | θείας δόξης ἀξιοῦσά με.
Δόξα.
Τῶν Ἀσωμάτων, Χριστέ, | τὰ Τάγματα δυσωποῦσί σε, | Μαρτύρων τε Προφητῶν | καὶ τῶν Ἀποστόλων σου, | διὰ τῆς Τεκούσης σε | τὸν λαόν σου σῷζε | ἀπὸ πάσης περιστάσεως.
Καὶ νῦν.
Ἡλίου τοῦ νοητοῦ, | χαῖρε αὐγὴ ἀστραπόμορφε, | χαῖρε πηγὴ τῆς ζωῆς, | ἐξ ἧς ἡμῖν ἔλαμψεν, | ὁ ζωαρχικώτατος | Ἰησοῦς ἡ πάντων, | ἀγαλλίασις καὶ λύτρωσις.