Τετάρτη, Αυγούστου 03, 2011

Πανηγύρεις Μεταμορφώσεως





Προετοιμάζοντας τα σταφύλια, για να ευλογηθουν κατά την Θ.Λειτουργία της Μεταμορφώσεως στην Μονή μας.
Εὐχὴ εἰς μετάληψιν σταφυλῆς τῇ ς´ Αὐγούστου

Τοῦ Κυρίου δεηθῶμεν.

Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου τὸν νέον, ὃν διὰ τῆς τοῦ ἀέρος εὐκρασίας, καὶ τῶν σταγόνων τῆς βροχῆς, καὶ τῆς τῶν καιρῶν γαλήνης εἰς ταύτην τὴν ὡριμωτάτην στάσιν ἐλθεῖν εὐδόκησας, ἵνα ᾖ ἐν ἡμῖν τοῖς ἐξ αὐτοῦ τοῦ γεννήματος τῆς ἀμπέλου μεταλαμβάνουσιν, εἰς εὐφροσύνην, καὶ τοῖς προσενέγκασι δῶρον, εἰς ἐξιλασμὸν ἁμαρτιῶν, διὰ τοῦ ἱεροῦ καὶ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου· μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τρυγῆς ἀμπέλου

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας ἄμπελον κληθῆναι τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν καρπὸν αὐτῆς ἀθανασίας πρόξενον ἀναδείξας, διὰ τῆς τοῦ Πνεύματός σου χάριτος· αὐτὸς καὶ νῦν, Δέσποτα, καὶ τοῦτον τῆς ἀμπέλου τὸν καρπὸν εὐλόγησον· καὶ δὸς πᾶσι τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ τὸν ἁγιασμόν, καὶ τὴν τῆς ψυχῆς προκοπήν· τὸν δὲ συγκαλέσαντα ἡμᾶς τῆς ἀληθινῆς σου ἀμπέλου μέτοχον ποίησον· ἀνεπηρέαστον τὴν ζωὴν αὐτοῦ διαφύλαξον, εἰρήνην αὐτῷ διὰ παντὸς χαριζόμενος, καὶ ταῖς αἰωνίοις σου καὶ ἀναφαιρέτοις δωρεαῖς αὐτὸν κατακοσμῶν. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.