Τετάρτη, Αυγούστου 03, 2011

Μεταμόρφωση Κυρίου

Αὐγούστου Ϛ´.
Ἐκλογή
Εἰς τὴν Μεταμόρφωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

ν ὄρει ἁγίῳ αὐτοῦ. Ἀλληλούϊα.


Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίω αὐτοῦ. Ἀλληλούϊα.
τοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. Ἀλληλούϊα.
Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Ἀλληλούϊα.
ναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀλληλούϊα.
ξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. Ἀλληλούϊα.
ρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ἀλληλούϊα.
Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀλληλούϊα.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἀλληλούϊα.
ξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου. Ἀλληλούϊα.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἀλληλούϊα.
Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Ἀλληλούϊα.
Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Ἀλληλούϊα.
Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. Ἀλληλούϊα.
Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας· τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Ἀλληλούϊα.
Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἀλληλούϊα.
Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματι σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. Ἀλληλούϊα.
ρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Ἀλληλούϊα.
ξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀλληλούϊα.
δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἀλληλούϊα.
στω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ἡμᾶς. Ἀλληλούϊα.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος α´.

Τὸν Πατέρα προσκυνήσωμεν,* καὶ τὸν Υἱὸν δοξολογήσωμεν,* καὶ τὸ Πανάγιον ὁμοῦ* πάντες Πνεῦμα ἀνυμνήσωμεν,* κράζοντες καὶ λέγοντες·* Παναγία Τριάς,* σῶσον πάντας ἡμᾶς.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ αὐτός.
Τὴν μητέρα σου προσάγει σοι* εἰς ἱκεσίαν ὁ λαός σου, Χριστέ·* ταῖς παρακλήσεσιν αὐτῆς* τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν, ἀγαθέ,* ἵνα σὲ δοξάζωμεν,* τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.