νοτίως της πλατείας Μητροπόλεως στεγαζόταν η Σχολή Ντέκα |
Μετά το θάνατό του και συγκεκριμένα μετά την κατάληψη της Ιταλίας από τον Ναπολέοντα, κατασχέθηκαν τα κεφάλαια προικοδοσίας της Σχολής, και έτσι αυτή εκινδύνευε να κλείσει.
Τότε, προσεφέρθη η μονή Πετράκη να καλύπτει τα έξοδα (μισθό διδασκάλου και τροφεία μαθητών), ώστε να η Σχολή να εξακολουθήσει την ευεργετική λειτουργία της.
Ο Αγ.Γρηγόριος ο Ε' με Σιγίλλιό του επαινεί την Μονή για την πρωτοβουλία της.
εδώ όπου μέχρι πρό τινος υπήρχε & οδός Ντέκα |
Επίσημο Έγγραφο του Αγ.Γρηγορίου Ε' |
μαρμάρινη πλάκα, η οποία διασώζεται στο Βυζαντ.Μουσείο, με το ιστορικό της Σχολής |
το κείμενο της εντοιχισμένης επιγραφής |
ΣΙΓΓΙΛΙΟΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ Ε΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ
κατακυροῦν τὴν μέριμναν τῆς Μονῆς Πετράκη
διὰ τὴν Σχολὴν ἑλληνικῶν γραμμάτων ἐν Ἀθήναις
Γρηγόριος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ Οἰκουμενικὸς Πατριάρχης.
Ὅσα μὲν καὶ οἷα τὰ ἐκ τῆς παιδείας ἀγαθά, πολλοῖς πολλάκις διατεθρύλληται· αὕτη καὶ γὰρ ἡμῖν τοῦ τε ἀγαθοῦ καὶ φαύλου διάκρισιν περιποιεῖ, τὰ μὲν ἑλέσθαι τὰ δὲ φυγεῖν παραινοῦσα, ὑπ᾿ αὐτῆς τὰ ἤθη κοσμούμεθα, ἐπαινετοὺς ἡμᾶς αὐτοὺς παρεχόμενοι. Αὕτη πῶς οἰκονομητέον, πῶς πολιτικοῖς χρηστέον πράγμασι, καὶ περὶ ἄλλα συμφέροντα τῷ ἀνθρωπίνῳ βίῳ ἐκδιδάσκει τοὺς μετειληφότας ἐν τῇ ψυχῇ οἷον κάλλιστον περιτίθησι κόσμον καὶ τὴν ὠφέλειαν, τὴν γνῶσιν ἐκ τῆς ἀληθείας περιποιοῦσα καὶ εἰς εὐσέβειαν προάγουσα ταῖς καταλήψεσι τῶν θείων καὶ ἱερῶν ἐννοιῶν καὶ γραφῶν καὶ τὸν ἄνθρωπον ᾗ δυνατὸν ὅμοιον Θεῷ ἀποφαίνουσα.
Διὰ ταῦτα καὶ ἡ μετριότης ἡμῶν τοὺς οἴακας τοῦ οἰκουμενικοῦ τούτου ἐπιτετραμμένου σκάφους, καὶ τῆς ἐκ τῆς παιδείας κοινῆς ὠφελείας ἀεὶ ἐπιμελουμένης τοῦ ἁπανταχοῦ ἡμῶν εὐσεβοῦς πληρώματος, ὅπου ἂν κατίδοι [sic] κοινὰς συνισταμένας σχολὰς εἰς παράδοσιν καὶ διδασκαλίαν τοῦ θεοσδότου τούτου χρήματος τῆς παιδείας καὶ δεομένας τῆς ἐκκλησιαστικῆς ἀντιλήψεως καὶ ἐπισυστάσεως, εὐθέως πάνυ ἐπιβραβεύειν τὴν δυνατὴν ἀντίληψιν εἰς εὐστάθειαν αὐτοῦ καὶ [ἐν] ἀσφαλείᾳ διαμονήν.
Ἐπεὶ τοίνυν ἐβεβαιώθημεν συνοδικῶς ἀπὸ ζώσης φωνῆς τοῦ ἱερωτάτου Μητροπολίτου Ἀθηνῶν καὶ Λαβαδείας [sic] ὑπερτίμου καὶ ἐξάρχου πάσης Ἐλλάδος, ἐν ἁγίῳ Πνεύματι ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ καὶ περιποθήτου κύρ-Γρηγορίου καὶ ἀπὸ ἐνυπογράφων γραμμάτων τῶν τιμιωτάτων ἀρχόντων, προκρίτων καὶ προεστώτων ἐπαρχιωτῶν αὐτοῦ εὐλογημένων χριστιανῶν, ὅτι ὁ ὁσιώτατος ἡγούμενος τοῦ ἐκεῖ ἐν Ἀθήναις ἱεροῦ καὶ σεβασμίου ἡμετέρου πατριαρχικοῦ καὶ σταυροπηγιακοῦ μοναστηρίου τῶν Παμμεγίστων Ταξιαρχῶν Πετράκη ἐπιλεγομένου κύρ-Διονύσιος, ὡς ἀνὴρ φιλόκαλος, φιλόμουσός τε καὶ φιλόπατρις, θείου ζήλου ἐμφορηθείς, ἠβουλήθη ἀνακαινήσασθαι καὶ ἐπισυστῆσαι τὴν πάλαι ἀκμάσασαν κοινὴν τῶν ἑλληνικῶν μαθημάτων σχολὴν τοῦ μακαρίτου Ἰωάννου Ντέκα, ἐπὶ κοινῇ ὠφελείᾳ, προόδῳ τε καὶ ἐπιδόσει τῶν πατριωτῶν αὑτοῦ εὐλογημένων χριστιανῶν· καὶ τὴν οἰκειοθελῆ αὐτοῦ βούλησιν ἀνακοινωσαμένην, ὑπέσχετο ἐν ἀνεπιστρόφῳ λογισμῷ διδόναι κατ᾿ ἔτος τῷ ἤδη σχολάρχῃ αὐτῆς σοφολογιωτάτῳ διδασκάλῳ κύρ-Ἰωάννῃ Πενιζέλῳ πεντακόσια γρόσια λόγῳ μισθοῦ αὐτοῦ εἰς τρεῖς μοίρας τοῦ χρόνου, ἐν ἀρχῇ δηλονότι τῆς παραδόσεως καὶ διδασκαλίας αὐτοῦ, καὶ ἐν μέσῳ τοῦ χρόνου, καὶ περὶ τὸ τέλος τοῦ αὐτοῦ· ὡσαύτως καὶ δεκαπέντε κοιλὰ σίτου καὶ ἓν καντάρι τυροῦ καὶ ἓξ ξηστὰ κατὰ τὴν τοπικὴν φωνὴν ἐλαίου. Πρὸς δὲ καὶ μαθηταῖς δύο καὶ δέκα πτωχοῖς τε καὶ ἀπόροις πατριώταις, εἰ τύχοιεν, ἑνὶ ἑκάστῳ ἀνὰ ἓξ κοιλὰ σίτου ἐτησίως καὶ τὸ χαράτζιον αὐτῶν, ἐπὶ τοιούτῳ μέντοι σκοπῷ καὶ προθέσει θεαρέστῳ τῆς αὐτοῦ ὁσιότητος, εἴγε οἱ τοιοῦτοι δώδεκα μαθηταὶ ἐπιμελῶντας προκόπτοντες καὶ ἐπιδιδόντες τοῖς μαθήμασι, μὴ φαινόμενοι κηφῆνες, ἔχοντες τὴν τοιαύτην ἐτήσιον βοήθειαν μόνον [...] πραγματείαν, οἷς ἡ φροντὶς μέτ᾿ ἀκριβοῦς ἐξετάσεως τῆς ἐπιμελείας αὐτῶν [.....] ἐπίκειται τῷ σχολάρχῃ καὶ διδασκάλῳ.
Ταύτην γοῦν τὴν θεάρεστον σπουδὴν ὁ ὁσιότις αὐτοῦ [sic] ἐπιδειξάμενος, ὑπέσχετο [....] τηρεῖν τὰς ἐτησίους ταύτας [....] χρημάτων καὶ [....] ἐκ τοῦ ἱεροῦ τούτου μοναστηρίου παρέχεσθαι κατ᾿ ἔτος προθύμως καὶ ἀνελλιπῶς, οὐ μόνον αὐτὸς ἐν τοῖς ζῶσι διατελῶν, ἀλλὰ καὶ [...] μετὰ τὴν περὶ [....] αὐτοῦ οἱ διαδεξόμενοι τὴν ἡγουμενίαν καὶ φροντίδα καὶ ἐπιστασίαν τοῦ ἱεροῦ τούτου μοναστηρίου ὀφείλουσι τηρεῖν καὶ ποιεῖν [....] αὐτὰ ἀπαρατρέπτως καὶ ἀπαραβάτως καὶ διδόναι τῷ τε ἤδη σχολάρχῃ καὶ διδασκάλῳ εἰρημένῳ σοφολογιωτάτῳ κύρ-Ἰωάννῃ Πενιζέλῳ καὶ τοῖς μετὰ τοῦτον ἀποκατασταθησομένοις σχολάρχαις ἐν αὐτῇ τῇ κοινῇ σχολῇ τῶν ἑλληνικῶν μαθημάτων, ὡσαύτως καὶ τοῖς δώδεκα, εἰ τύχοιεν, πτωχοῖς μὲν καὶ ἀπόροις μαθηταῖς, ἐπιμελουμένοις δὲ καὶ προκόπτειν.
Αὐτός δὲ ὁ ἡγούμενος κύρ-Διονύσιος ὡς συνίστωρ καὶ ἀντιλήπτωρ αὐτῆς ἔχει καὶ τὴν ἐφορείαν, προστασίαν τε καὶ ἐπιτροπὴν αὐτῆς, φροντίζων καὶ οἰκονομῶν τὰ τῆς εὐκαταστάσεως αὐτῆς καὶ εὐσταθείας καὶ καρποφορίας, ὥπερ [sic] ἐπαγγέλλετο [sic] καὶ ὁ διδάσκαλος, τὰ τῆς προκοπῆς καὶ ἐπιδόσεως τῶν εἰς αὐτὴν μαθητῶν διὰ τῆς ἐπιμελείας καὶ ἀόκνου διδασκαλίας αὐτοῦ καὶ ἐξηκριβωμένης παραδόσεως τῶν ἑλληνικῶν μαθημάτων, ἔχων μόνον τεσαράκοντα ἡμέρας ἀνακωχὴν ἐν ὅλῳ τῷ διαστήματι τοῦ χρόνου οὐ μὴ παραδιδόναι μαθήματα, κα [...] τοῦτο [...] ἐτησίως καὶ ἐν ταῖς λοιπαῖς τῶν ἑλληνικῶν μαθημάτων σχολαῖς.
Κατὰ τὰς ἐγγράφους τῆς αὐτοῦ ὁσιότητος ὑποσχέσεις ὡμολόγησαν αὐτῷ μεγάλας τὰς χάριτας πάντες οἱ προεστῶτες καὶ πρόκριτοι πατριῶται αὐτοῦ καὶ δι᾿ ἀμοιβαίαν ἔνδειξιν τῆς εὐγνωμοσύνης αὐτῶν ὑπόσχονται αὐτοὶ ἐγγράφως διατηρεῖν τὸ ἱερὸν τοῦτο μοναστήριον τοῦ Πετράκη αὐτοί τε καὶ οἱ μεταγενέστεροι αὐτῶν ἀσύδοτον, ἀνεπηρέαστον ἐν παντὶ καιρῷ καὶ ἀκαταζήτητον ἀπὸ παντὸς κοινοῦ δοσίματος καὶ ἀπὸ τευτερίων τῆς πολιτείας καὶ ἄλλων κοινῶν δαπανημάτων καὶ ἐξόδων καὶ μηδόλως ἐνοχλῆσαι καὶ ἐπηρεᾶσαι ἐπὶ τοιούτοις προβλήμασι μήτε τὴν αὐτοῦ ὁσιότητα, μήτε τοὺς μετὰ ταῦτα ἡγουμένους καὶ συμμοναστηριακοὺς πατέρας ἐπὶ μηδεμιᾷ αἰτίᾳ καὶ προφάσει.
Ἐπὶ τοιαύταις οὖν κοιναῖς [..] ρίστοις συμφωνίαις καὶ ὑποσχέσεσιν αὐτῶν, ἐγένετο καὶ τῇ ἡμῶν μετριότητι καὶ τῇ περὶ ἡμῶν ἱερᾷ ἀδελφότητι καὶ ἁγίᾳ συνόδῳ ἔνθερμος παράκλησις καὶ αἴτησις, ἵνα ἐκδοθῇ καὶ τόδε τὸ πατριαρχικὸν ἡμῶν καὶ συνοδικὸν ἐπικυρωτικὸν σιγγιλιῶδες ἐν μεμβράναις γράμμα πρὸς ἀσφαλῆ διατήρησιν αὐτῶν εὐστάθειάν τε καὶ αἰωνίαν ὡς εἰπεῖν διαμονὴν τῆς ρηθείσης κοινῆς τῶν ἑλληνικῶν μαθημάτων σχολῆς.
Τούτου χάριν εὐμενῶς προσηκάμενοι αὐτὰς ὡς θεαρέστους καὶ κοινωφελεῖς γράφοντες συνοδικῶς μετὰ τῶν περὶ ἡμᾶς ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων τῶν ἐν ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἐπιβεβαιοῦμεν αὐτάς, ἵνα ἔχωσι τὸ κῦρος καὶ τὴν ἰσχὺν ἐν παντὶ καιρῷ καὶ τὴν ἐνέργειαν ἀεὶ ἀπαράτρεπτον καὶ ἀμεταποίητον τὰς ἀπὸ μέρους τοῦ ἱεροῦ πατριαρχικοῦ ἡμῶν καὶ σταυροπηγιακοῦ μοναστηρίου τῶν Παμμεγίστων Ταξιαρχῶν τοῦ Πετράκη ἐπιλεγομένου, ὡσαύτως καὶ τὰς ἀπὸ μέρους τῆς κοινότητος τῶν εὐλογημένων χριστιανῶν τῆς ἐπαρχίας Ἀθηνῶν ρηθείσας συμφωνίας καὶ ὑποσχέσεις.
Καὶ ὁ ῥηθεὶς ὁσιώτατος καθηγούμενος τοῦ αὐτοῦ ἱεροῦ καὶ σεβασμίου μοναστηρίου κύρ-Διονύσιος Πετράκης δίδῃ κατ᾿ ἔτος ἀπαραμειώτως καὶ ἀνελλιπῶς τὰ ὑπεσχημένα χρήματά τε καὶ πράγματα τῷ διδασκάλῳ καὶ τοῖς δώδεκα μαθηταῖς, ὑπάρχῃ ἐπίτροπος καὶ ἔφορος καὶ προστάτης αὐτῆς τῆς σχολῆς. Ὡσαύτως ποιοῦντες τὰ αὐτὰ καὶ ἐκπληροῦντες ἀπαραμειώτως καὶ ἀνελλιπῶς κατ᾿ ἔτος οἱ μετὰ ταῦτα ἡγουμενεύσοντες ἔχωσι τὴν αὐτὴν προστασίαν καὶ ἐφορείαν αὐτῆς, ὥστε εἶναι αὐτὴ καὶ λέγεσθαι καὶ παρὰ πάντων γινώσκεσθαι [....] καὶ πατριαρχικὴν σχολὴν διὰ τοῦ τοιούτου ἐκκλησιαστικοῦ προνομίου συνισταμένην δὲ καὶ βοηθουμένην τοιουτοτρόπως παρὰ τοῦ εἰρημένου πατριαρχικοῦ ἡμῶν καὶ σταυροπηγιακοῦ μοναστηρίου τοῦ Πετράκη.
Ὁ δὲ σχολάρχης αὐτῆς καὶ διδάσκαλος εἰρημένος σοφολογιώτατος κύρ-Ἰωάννης Πενιζέλος ἔχει λαμβάνειν κατ᾿ ἔτος παρὰ [....] ὁσιότητος τὰ ὑπεσχημένα ὡς εἴρηται ἀπαραμειώτως καὶ ἀνελλιπῶς, φροντίζει δὲ τῆς ἀόκνου διδασκαλείας [sic] καὶ ἐξηκριβωμένης παραδόσεως τῶν ἑλληνικῶν μαθημάτων πρὸς τοὺς φοιτῶντας αὐτῷ μαθητὰς καὶ τῆς καρποφορίας καὶ χρηστοηθείας αὐτῶν, ποιῇ δὲ διακοπὴν τῶν μαθημάτων ἐνιαυσίως τεσαράκοντα ἡμερῶν, ὡς δεδήλωται, γν ... ζει ἐπιστάτην καὶ ἔφορον τῆς σχολῆς τόν τε ἤδη ἡγούμενον κύρ-Διονύσιον Πετράκην, καὶ τοὺς μετὰ ταῦτα ἀποκατασταθησομένους αὐτῷ ἡγουμένους. Οὕτω δὲ καὶ οἱ δ....σόμενοι μετὰ ταῦτα διδάσκαλοι καὶ σχολάρχαι ἐν αὐτῇ τῇ σχολῇ ὡς κἀκεῖνοι τὰ αὐτὰ καρπούμενοι καὶ λαμβάνουσιν.
Ὀφείλωσι δὲ καὶ οἱ ἤδη προεστῶτες, ἐπίτροποί τε καὶ οἱ λοιποὶ πρόκριτοι τῶν Ἀθηνῶν διατηρεῖν τὰς γινομένας κοινὰς αὐτῶν ἐγγράφους συμφωνίας καὶ ὑποσχέσεις καὶ μηδέποτε καὶ μηδεμιᾷ αἰτίᾳ καὶ προφάσει ἐνοχλῆσαι καὶ ἐπηρεᾶσαι τὸ εἰρημένον τοῦτο πατριαρχικὸν ἡμῶν καὶ σταυροπηγιακὸν μοναστήριον τοῦ Πετράκη ἢ ἀπαιτῆσαι μέχρι καὶ ὀβολοῦ ἐξ αὐτοῦ λόγῳ ἐτησίων κοινῶν δοσιμάτων, δαπανημάτων τε καὶ [...]δων διὰ τευτερίων τῆς πολιτείας Ἀθηνῶν, ἢ δι᾿ ἄλλων προβλημάτων, ἀλλ᾿ ἔχειν αὐτὴν ἐς ἀεὶ ἀνενόχλητον καὶ ἀνεπηρέαστον, ἀκαταπάτητον καὶ ἀσύδοτον καὶ πάντῃ πάντως ἐλεύθερόν τε καὶ ἀμέτοχον τῶν τοιούτων [...]ντες ταῦτα δ[...] εὐγνωμοσύνης ἀλλὰ καὶ εὐλαβείας χάριν [....] τὸ χριστιανικὸν ἐπάγγελμα, μηδένα ἔχ[...] ποτὲ τὸν ἐναντιούμενον ἢ [...] ἀντιλέγοντα τοῖς [...] θεοφιλῶς καὶ συμφώνως δεδογμέν [...] ὅς τε δι᾿ οὗ ἔκ τε τοῦ ἱεροῦ καταλόγου καὶ [...]ικοῦ συστήματος τολμήσει [...] τρόποι [...] κακοβούλως τε ἢ ἀνατρέψει ἀσυνειδήτως τὰ ἐν τῷ παρόντι ἐκκλησιαστικῶς ἐπικυρωθέντα ἢ διασείσει τὴν προστασίαν [...] αὐτῆς [...] σχολῆς, ἢ κολοβώσει τὰς εἰς αὐτὴν γενομένας εὐποιΐας καὶ βοηθείας ἢ τὰς εἰς τὸ ἱερὸν μοναστήριον τοῦ Πετράκη οἰκ[...] ἀντιλήψεις [...] ἐμμέσως ἢ ἀμέσως ἑκατέρῳ βλάβην τινὰ ἢ ζημίαν ἐπενεγκεῖν μέχρι καὶ αὐτοῦ τοῦ λεπτοῦ ἀντιπράττων τοῖς κοινοῖς διδομένοις, οἱ τοιοῦτοι, ὁποῖοι ἂν ὦσιν, ὡς κοινοβλαβεῖς καὶ κακότροποι καὶ πο [...] οὐ μόνον τῆς σχολῆς ἀλλὰ καὶ τοῦ ἱεροῦ μοναστηρίου καὶ κατ [...] ἐκκλησίας ἀφωρισμένοι ὑπάρχωσι ἀπὸ Θεοῦ καὶ κατηραμένοι, καὶ [...] καὶ μετὰ θάνατον ἄλυτοι καὶ τυμπανιαῖοι καὶ [...] πατρικαῖς καὶ συνοδικαῖς ἀραῖς ὑπεύθυνοι καὶ ἔνοχοι τοῦ πυρὸς τῆς γεένης.
Ταῦτα ἀπεφάνθη καὶ κεκύρωται συνοδικῶς· διὸ εἰς τὴν [...] καὶ διηνεκῆ τε ἀσφάλειαν ἐγένετο καὶ τὸ παρὸν ἡμέτερον πατριαρχικὸν καὶ συνοδικὸν σιγγιλιῶδες ἐν μεμβράναις γράμμα καταστρωθὲν καὶ ἐν τῶ ἱερῷ κώδικι τῆς κάθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας καὶ ἐδόθη εἰς τὸ ῥηθὲν πατριαρχικὸν ἡμῶν καὶ σταυροπηγιακὸν ἱερὸν σεβάσμιον μοναστήριον τῶν Παμμεγίστων Ταξιαρχῶν τοῦ Πετράκη ἐπιλεγόμενον, ἐν Ἀθήναις κείμενον.
Ἐν ἔτει σωτηρίῳ ᾳωζ (1807)ῳ κατὰ μῆνα Δεκέμβριον, ἐπινεμήσεως δεκάτης πρώτης.
Γρηγόριος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ Οἰκουμενικὸς Πατριάρχης.
Ἀκολουθοῦν οἱ ὑπογραφὲς τῶν συνοδικῶν: Μακάριος, Εἰρηναῖος κλπ