Λαός σου ἐσμέν, Δέσποτα Κύριε, καὶ πρόβατα νομῆς σου, ἐκτὸς Σοῦ ἄλλον Θεὸν οὐ γινώσκομεν καὶ οὐκ ἐκλίναμεν γόνυ πρὸς εἴδωλα κωφὰ καὶ ἀναίσθητα, πρὸς θεοὺς ἀλλοτρίους. Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ Σοὶ μόνῳ προσπίπτομεν. Τὸ ὄνομά Σου διακαῶς καὶ διηνεκῶς ἔτι καὶ ἔτι ἐν ἐλπίδι ὀνομάζομεν.
Ἐπίβλεψον Δέσποτα Κύριε, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ἐπίβλεψον ἱλέῳ ὄμματι ἐπὶ τὸν λαόν Σου καὶ ἐπὶ τὴν κληρονομίαν Σου.
Πάντες ἐξεκλίναμεν, φεῦ, πάντες ἠχρειώθημεν, ὡς πρόβατα ἐξεστραμμένα ἐπλανήθημεν, ἀπέστημεν ἀπὸ Σοῦ ὡς ἐπιλήσμονες τῶν δωρεῶν Σου καὶ ὅλως ἀναίσθητοι καὶ ἀχάριστοι, ἡμάρτομεν, Δέσποτα, δεινῶς καὶ παρεπικράναμεν τὴν Ἀγαθότητά Σου.
Ἀλλ᾿ αἰτούμεθα δεόμενοι καὶ λιτεύομεν τὴν σὴν ἀνείκαστον Ἀγαθότητα· Ἄνες, ἱλάσθητι Δέσποτα Κύριε Προσκυνητέ, ἄνες, ἄφες ἡμῖν πᾶσαν παρακοήν, ἵνα πληρωθῇ ἡ πολυφίλητος ὑπακοή. Ἄφες τὴν ἀποστασίαν καὶ τὴν μέθην τῆς ὑλοφροσύνης, ἐν ᾗ ἐσπαταλήθημεν καὶ δεινῶς ἐπτωχεύσαμεν. Ἐπίστρεψον ἡμᾶς εἰς νομὰς σωτηρίους, εἰς τὴν ὁδὸν τῶν ἐντολῶν Σου καὶ τῶν ἁγιασμάτων Σου, ἐν μετανοίᾳ καὶ συντριβῇ, εἰς ἀνάνηψιν τῶν ἀπεγνωσμένων ψυχῶν ἡμῶν καὶ εἰς φωτισμὸν γνώσεως καὶ εὐσεβείας.
Ἐπίστρεψον ἡμᾶς ἐπὶ τὰς παραδόσεις τοῦ εὐλογημένου γένους ἡμῶν.
Ἐπίστρεψον ἡμᾶς εἰς τὸ πατροπαράδοτον ἦθος ἡμῶν, εἰς σεμνότητα καὶ λιτότητα βίου, εἰς ἐνατενισμὸν καὶ πόθον τῶν ἐπουρανίων ἀγαθῶν.
Ἀνακάλεσαι ἡμᾶς εἰς οἰκειότητα καὶ εὐαρέστησιν τὴν Σήν.
Ἐπίστρεψον ἡμᾶς καὶ σωθησόμεθα, Κύριε Ὑπεράγαθε Εὐλογητέ.
Ἐπίφανον τὸ προσωπόν Σου καὶ σωθησόμεθα.
Καὶ αἰνέσομεν διὰ παντὸς τὴν μεγαλωσύνην Σου καὶ τὰ ἐλέη Σου, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ ἡμῶν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς τῆς δόξης. Ἀμήν. Θ.