Τρίτη, Ιουλίου 19, 2011

Χαιρετισμοἰ τῶν Ἁγ.Ἀσωμάτων

 

KΔ´ Χαιρετιστήριοι Οἶκοι
ε
ἰς τοὺς Παμμεγίστους Ταξιάρχας Μιχαὴλ καὶ Γαβριήλ.

Ἀναγινωσκόμενοι τῇ Δευτέρα ἑσπέρας ἐν τῇ Μονῇ Ἀσωμάτων Πετράκῃ.

Ποίημα Γερασίμου τοῦ Μικραγιαννανίτου Ὑμνογράφου

 


Κοντάκιον. Ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ.
Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες
ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι,
οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης,
τῶν παγίδων τοῦ δολίου Πολεμήτορος
ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε
τοὺς κραυγάζοντας· 

Χαίροις, ζεῦγος ἀσώματον.


Ἄρχων καὶ στρατηγέτης στρατιῶν οὐρανίων ἐδείχθης, Μιχαὴλ φωτοφόρε, (ἐκ γ’) καὶ σὺν τοῖς τῶν Ἀγγέλων χοροῖς τῇ Τρισηλίῳ παρεστὼς Θεότητι, διὰ παντὸς ἱκέτευε ὑπὲρ τῶν πίστει βοώντων·

Χαῖρε, δι᾿ οὗ ἡ Τριὰς ὑμνεῖται·
χα
ῖρε, δι᾿ οὗ ὁ Σατὰν σοβεῖται.
Χα
ῖρε, πρωτοστάτα τῶν ἄνω Δυνάμεων·
χα
ῖρε, καταπέλτα σκοτίων ἐκφάνσεων.
Χα
ῖρε, ἄρχων ἡλιόμορφε οὐρανίων στρατιῶν·
χα
ῖρε, βέλος τὸ τομώτατον κατ᾿ ἐχθρῶν τῶν νοητῶν.
Χα
ῖρε, ὅτι ἐκλάμπεις ὡς λαμπρὸς ἑωσφόρος·
χα
ῖρε, ὅτι ἀστράπτεις ὡς ἀστὴρ φωτοφόρος.
Χα
ῖρε, ἐχθρῶν ἀπείργων τὰς φάλαγγας·
χα
ῖρε, πιστοῖς βραβεύων τὰς χάριτας.
Χα
ῖρε, δι᾿ οὗ φρυκτωρεῖται ἡ κτίσις·
χα
ῖρε, δι᾿ οὗ ἀνυμνεῖται ὁ Κτίστης.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Βλέπων τοῦ Ἑωσφόρου τὸν ὄλισθον, ἐβόας Ἀγγέλων, Μιχαὴλ ταῖς χορείαις· Στῶμεν καλῶς τῇ στάσει ἡμῶν, τὴν τοῦ Θεοῦ ὑμνοῦντες κυριότητα· διὸ καὶ πρῶτος γέγονας ἐν τοῖς Ἀγγέλοις ἀνακράζων·

Ἀλληλούϊα.


Γνώσεως ἀποῤῥήτου τὰς ἀκτῖνας ἐκλάμπων ὡς πλήρης, Γαβριήλ, θείας δόξης, ἀΰλων Ἀγγέλων ἀρχηγὸς τῷ θείῳ βουλήματι ἐχρημάτισας· διό σου τὴν λαμπρότητα θαυμάζοντες, ἀναβοῶμεν·

Χαῖρε, ὁ πλήρης φωτὸς ἀΰλου·
χα
ῖρε, ἡ πτῶσις Ἐχθροῦ δολίου.
Χα
ῖρε, φωτοφόρε τῆς χάριτος Ἄγγελε·
χα
ῖρε, τῶν ἀΰλων Ἀγγέλων διάκοσμε.
Χα
ῖρε, σέλας παμφαέστατον ἐκ Τριφώτου ἀστραπῆς·
χα
ῖρε, φάος θεαυγέστατον Τριφαοῦς μαρμαρυγῆς.
Χα
ῖρε, ὅτι μηνύεις Εὐαγγέλια θεῖα·
χα
ῖρε, ὅτι σκεδάζεις ἀθυμίας τὴν νύκτα.
Χα
ῖρε, Θεοῦ ὁ θεῖος Ἀρχάγγελος·
χα
ῖρε, πιστῶν προστάτης ἀκοίμητος.
Χα
ῖρε, χαρὰν τοῖς ἀνθρώποις κομίζων·
χα
ῖρε, βουλὰς τοῦ Βελίαρ ἐκλύων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Δύναμιν θείαν ἔχων, Ἀρχηγὲ τῶν Ἀγγέλων, δυνάμεις ἐνεργεῖς ἰαμάτων, καὶ χάριν χορηγῶν τοῖς πιστοῖς, πανταχοῦ ἐπιφθάνεις τοὺς καλοῦντάς σε, Γαβριὴλ φωταυγέστατε, διασώζων τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.


Ἔλαμψας ἐν τῷ Νόμῳ, Μιχαὴλ ταξιάρχα, πορθμεύων τοῖς δικαίοις τὰ κρείττω, καὶ ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ὁδηγῶν, οἷάπερ στήλη φωτόμορφος καὶ νεφέλη περιέπων, παρὰ πάντων ἀκούεις ταῦτα·

Χαῖρε, στήλη πυρίμορφος θεία·
χα
ῖρε, σκέπη Ἰσραὴλ ἁγία.
Χα
ῖρε, Ἰουδαίων ὁ πάλαι ἡγούμενος·
χα
ῖρε, Χριστωνύμους κινδύνων λυτρούμενος.
Χα
ῖρε, ὅτι φανεὶς σέσωκας τῆς σφαγῆς τὸν Ἰσαάκ·
χα
ῖρε, ὅτι χαρᾶς ἔπλησας μυστικῆς τὸν Ἀβραάμ.
Χα
ῖρε, ὁ τῶν Ἀγγέλων παμφαὴς στρατηγέτης·
χα
ῖρε, ὁ τῶν ἀΰλων οὐσιῶν ἀρχηγέτης.
Χα
ῖρε, φωτὸς ἀΰλου λαμπάδιον·
χα
ῖρε, φωστὴρ τῶν θείων Δυνάμεων.
Χα
ῖρε, πιστῶν οὐρανία λαμπρότης·
χα
ῖρε, νοῶν φωταυγῶν ὡραιότης.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Ζηλωτὰς θείων ἔργων καὶ σεμνῆς πολιτείας ἐργάτας, Μιχαὴλ στρατηγέτα, ἀνάδειξον τοὺς πίστει θερμῇ τῇ σκέπῃ τῶν πτερύγων σου προστρέχοντας· ἀεὶ γὰρ σὴν βοήθειαν ἐπικαλούμεθα βοῶντες·

Ἀλληλούϊα.




Ἤκουσε τῆς φωνῆς σου, ὡς εἶδε Ζαχαρίας ἑστῶτα ἐν ναῷ σε Κυρίου· αὐτῷ γάρ, Γαβριήλ, ἐμφανῶς τὴν τοῦ Προδρόμου ἐν γήρατι σύλληψιν θεόθεν εὐηγγέλισαι· διό σοι πάντες ἐκβοῶμεν·

Χαῖρε, χαρὰν ἀτέκνοις κομίζων·
χα
ῖρε, δεσμὰ ἀπαιδίας λύων.
Χα
ῖρε, τοῦ Προδρόμου μηνύσας τὴν σύλληψιν·
χα
ῖρε, Ζαχαρίου ὁ λύσας τὴν στείρωσιν.
Χα
ῖρε, μηνυτὰ οὐράνιε ἱερῶν ἀγγελιῶν·
χα
ῖρε, πορθμευτὰ ἀσώματε ψυχοτρόφων δωρεῶν.
Χα
ῖρε, ὅτι ἐκλάμπεις ὡς πολύφωτον ἄστρον·
χα
ῖρε, ὅτι πυρσεύεις τὰς καρδίας ἁπάντων.
Χα
ῖρε, Θεοῦ χρηστότητος ἄγγελε·
χα
ῖρε, σεπτῶν χαρισμάτων πάροχε.
Χα
ῖρε, φωτὸς ἀπαστράπτων ἀκτῖνας·
χα
ῖρε, ἐχθρῶν ἀπαμβλύνων βολίδας.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Θείοις σου ἀπειθήσας ῥήμασι Ζαχαρίας, ἐστέρηται φωνῆς παραυτίκα, φωτὸς διάκονε Γαβριήλ, καὶ τὸ λαλεῖν ἐν τῷ τεκεῖν ἀπέλαβε τῆς χάριτος τὸν Πρόδρομον, εὐλογῶν τὸν Θεὸν καὶ ψάλλων·

Ἀλληλούϊα.


Ἰσχυρὸς ἐν τῷ Νόμῳ, Μιχαήλ, ἀνεδείχθης καὶ μέγας ἐν τῇ Χάριτι μύστης, ἐκεῖ μὲν ἐν τύπῳ καὶ σκιᾷ, ὧδε ἀνακεκαλυμμένως, ἔνδοξε· ἐν πᾶσι γὰρ περίδοξος ἀνεφάνης τοῖς ἐκβοῶσι·

Χαῖρε, ὁ μέγας ἐν τοῖς Ἀγγέλοις·
χα
ῖρε, ὁ μείζων ἐν θαυμασίοις.
Χα
ῖρε, τῶν ἐν Νόμῳ πατέρων ὑπέρμαχος·
χα
ῖρε, τῶν ἀῤῥήτων ἐλλάμψεων ἔμπλεως.
Χα
ῖρε, ὅτι ἐνεπόδισας τὴν πορείαν Βαλαάμ·
χα
ῖρε, ὅτι ἐθριάμβευσας τὴν κακίαν τοῦ Σατάν.
Χα
ῖρε, δεδοξασμένε Ἀρχιστράτηγε θεῖε·
χα
ῖρε, λελαμπρυσμένε καὶ πυρίμορφε νόε.
Χα
ῖρε, φωτὸς Τριφώτου ἀμάρυγμα·
χα
ῖρε, χοροῦ Ἀγγέλων διάδημα.
Χα
ῖρε, βουλῶν τοῦ Ὑψίστου ἐκφάντωρ·
χα
ῖρε, πιστῶν ὁ προστάτης ἁπάντων.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Κατιδὼν ἐθαμβήθη Ἰησοῦς τοῦ Ναυῆ σε, Μιχαήλ, ᾧπερ καὶ ἀνεβόας· Ἐγὼ ἀρχιστράτηγός εἰμι δυνάμεως Κυρίου, καὶ ἐλήλυθα βοηθῆσαί σοι ἐν πᾶσιν, ἐν τῷ κραυγάζειν τῷ Κυρίῳ·

Ἀλληλούϊα.


Λάμπων τῇ φωταυγείᾳ τῆς Ἁγίας Τριάδος, ἐπέστης Ναζαρὲτ ἐν τῇ πόλει, καὶ τό, Χαῖρε, ὦ Γαβριήλ, τῇ Κεχαριτωμένῃ ἀνεβόησας· διό σου μεγαλύνοντες τὰ εὐαγγέλια, βοῶμεν·

Χαῖρε, χαρᾶς αἰωνίου κήρυξ·
χα
ῖρε, φωτὸς Τρισηλίου μύστης.
Χα
ῖρε, τῇ Παρθένῳ τό, Χαῖρε, φθεγξάμενος·
χα
ῖρε, τῆς κατάρας τὴν λύπην τρεψάμενος.
Χα
ῖρε, Ἄγγελε χαρμόσυνε θείου Εὐαγγελισμοῦ·
χα
ῖρε, στόμα τὸ μελίῤῥυτον οὐρανίου γλυκασμοῦ.
Χα
ῖρε, ὅτι Κυρίου τὴν σύλληψιν ἀγγέλλεις·
χα
ῖρε, ὅτι τὴν ἄῤῥητον εὐφροσύνην παρέχεις.
Χα
ῖρε, παθῶν σβεννύων τὴν κάμινον·
χα
ῖρε, χαρὰν μηνύων τὴν ἄληκτον.
Χα
ῖρε, Θεοῦ τὴν βουλὴν ἀναγγέλλων·
χα
ῖρε, Ἐχθροῦ τὴν ῥοπὴν ἀναστέλλων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Μετὰ δέους παρέστης τῇ παρθένῳ Μαρίᾳ, ὦ θεῖε Γαβριὴλ φωτοφόρε, καὶ τὸν οὐράνιον ἀσπασμὸν καὶ τῆς τοῦ Θεοῦ βουλῆς τὴν ἐκπλήρωσιν ταύτῃ προσεκόμισας, τῷ σὲ ἀποστείλαντι κραυγάζων·

Ἀλληλούϊα.




Νεκρόν τοῦ Μωϋσέως προταγαῖς θείαις εἴκων, ὦ θεῖε Μιχαήλ, ἀποκρύψας τῷ Ἀρχίππῳ ἐν Χώναις φανείς, τοῦ ποταμοῦ τὸν σφοδρὸν ῥοῦν κατέχωσας· διὸ τὸ μεγαλεῖόν σου θαυμάζοντες, ἀναβοῶμεν·

Χαῖρε, Ἀγγέλων ὁ ταξιάρχης·
χα
ῖρε, ἀνθρώπων μέγας προστάτης.
Χα
ῖρε, Μωϋσέως φυλάξας το σκήνωμα·
χα
ῖρε, τοῦ δολίου αἰσχύνας τὸ φρύαγμα.
Χα
ῖρε, ῥεῖθρον διειδέστατον εὐσπλαγχνίας θεϊκῆς·
χα
ῖρε, τεῖχος ὀχυρώτατον Ἐκκλησίας τῆς σεπτῆς.
Χα
ῖρε, ὅτι τὰ ῥείθρα ποταμοῦ μετατρέπεις·
χα
ῖρε, ὅτι ναόν σου τὸν σεπτὸν περιέπεις.
Χα
ῖρε, ἐχθρῶν συντρίβων τὴν δύναμιν·
χα
ῖρε, παθῶν φλογίζων τὴν σύστασιν.
Χα
ῖρε, ψυχῶν πασχουσῶν θεραπεία·
χα
ῖρε, ἡμῶν ἀσφαλὴς ὁδηγία.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Ξένον θαῦμα ἐργάζῃ, Μιχαὴλ φωτοφόρε, ὁμοῦ σὺν Γαβριὴλ τῷ ἐνθέῳ· ἐκ τῶν θαλαττίων γὰρ βυθῶν τῇ Δοχειαρίου Μονῇ ἐσώσατε τὸν νέον, ὡς ἐπέστητε, ἐκπληττόμενον καὶ βοῶντα·

Ἀλληλούϊα.


Ὅλος λελαμπρυσμένος, ὅλος ἀστραποφόρος ταῖς θείαις, Γαβριήλ, ἀγλαΐαις ἐπέστης ἐν τῇ Βηθλεέμ, καὶ τοῖς ποιμέσι Κυρίου τὴν γέννησιν ἤγγειλας ἐκπληττομένοις τῷ θαύματι καὶ ἐκβοῶσι·

Χαῖρε, φρικτοῦ μυστηρίου μύστης·
χα
ῖρε, φωτὸς οὐρανίου πλήρης.
Χα
ῖρε, οὐρανίων ταγμάτων ταξίαρχε·
χα
ῖρε, ἀποῤῥήτων πραγμάτων διάκονε.
Χα
ῖρε, ὅτι ἐν ὀράματι βεβαιοῖς τὸν Ἰωσήφ·
χα
ῖρε, ὅτι τούτῳ εἴρηκας πρὸς τὴν Αἴγυπτον φυγεῖν.
Χα
ῖρε, ὁ τῶν ποιμένων τὰς ἐννοίας ἐκπλήξας·
χα
ῖρε, ὁ τῷ τεχθέντι τούτους καθοδηγήσας.
Χα
ῖρε, πιστῶν θερμὸν καταφύγιον·
χα
ῖρε, ἡμῶν ἐν πόνοις προσφύγιον.
Χα
ῖρε, λαμπὰς φωταυγείας αΰλου·
χα
ῖρε, λιμὴν τῶν ἐν λύπαις τοῦ βίου.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Πρὸς τὸ μνῆμα ἐπέστης τοῦ Χριστοῦ ἀναστάντος, καὶ ἔφης ταῖς σεμναῖς Μυροφόροις· Τί ζητεῖτε Χριστὸν ἐν νεκροῖς; ἠγέρθη ὁ ζωὴν πηγάζων Κύριος, ὦ Γαβριὴλ φωτόμορφε, ᾧ ἐν εὐλαβείᾳ βοῶμεν·

Ἀλληλούϊα.


Ῥώμην θείαν παρέχων, Μιχαήλ, τοῖς δικαίοις, αὐτοῖς πολλοῖς τρόποις καθωρᾶσο, καὶ ἐν τῷ Βυζαντίῳ φανείς, τὰ τῶν ἐχθρῶν διέλυσας στρατεύματα· διὸ τὴν προστασίαν σου κηρύττοντες, ἀναβοῶμεν·

Χαῖρε, Κυρίου ὁ παραστάτης·
χα
ῖρε, Ἀγγέλων ὁ πρωτοστάτης.
Χα
ῖρε, ὁ τὴν γῆν διερχόμενος ἅπασαν·
χα
ῖρε, ὁ πληρῶν τοῦ Θεοῦ τὰ προστάγματα.
Χα
ῖρε, ἥλιε πολύφωτε, Ἀσωμάτων Ἀρχηγέ·
χα
ῖρε, σέλας ἀστραπόμορφον, θείας δόξης κοινωνέ.
Χα
ῖρε, ὅτι ἐφάνης Μανωὲ τῷ δικαίῳ·
χα
ῖρε, ὅτι ὡράθης Γεδεὼν τῷ ἐνθέῳ.
Χα
ῖρε, ἐχθρῶν συντρίψας τὸ στράτευμα·
χα
ῖρε, πιστῶν νευρώσας τὸ φρόνημα.
Χα
ῖρε, πηγὴ πολλαπλῶν θαυμασίων·
χα
ῖρε, πολλῶν μυητὴς ἀποῤῥήτων.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Σοῦ τὴν ἄμαχον χάριν, Μιχαὴλ φωτοφόρε, καὶ τὴν πρὸς ἡμᾶς σου προστασίαν κηρύττομεν στόματι λαμπρῷ, ὅτι πολλαπλῶν κινδύνων καὶ θλίψεων λυτροῦσαι τοὺς προστρέχοντας τῷ ναῷ σου καὶ ἐκβοῶντας· 

Ἀλληλούϊα.




Τῇ Ἁγνῇ Θεοτόκῳ, τῷ ναῷ προσαχθείσῃ, πιστῶς διακονεῖς καθ’ἑκάστην, καὶ τὸ χαῖρε φωνήσας αὐτῇ ὦ Γαβριήλ χαριέστατε Ἄγγελε, χαρᾶς πολλῆς ἐπλήρωσας, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας·

Χαῖρε, Παρθένου ὁ νυμφοστόλος·
χα
ῖρε, ὁ λύχνος ὁ φωτοφόρος.
Χα
ῖρε, μυστηρίων τῶν θείων διάκονος·
χα
ῖρε, αὐγασμάτων ἀΰλων ἀνάπλεως.
Χα
ῖρε, τῆς Χριστοῦ σαρκώσεως θεῖος εὐαγγελιστής·
χα
ῖρε, τῆς Ἀγγέλων τάξεως ἄρχων ὁ θεοειδής.
Χα
ῖρε, ὅτι ὑπούργεις ἐν ναῷ τῇ Παρθένῳ·
χα
ῖρε, ὅτι ὑπείκεις Λόγῳ τῷ Ὑπερθέῳ.
Χα
ῖρε, Θεοῦ Ἀρχάγγελε πάμφωτε·
χα
ῖρε, ἡμῶν ὑπέρμαχε κράτιστε.
Χα
ῖρε, ὁ ὕμνον Τρισάγιον ᾄδων·
χα
ῖρε, δεήσεις δεχόμενος πάντων.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Ὕδωρ ἔβλυσε ξένον τῇ ὑμῶν ἐπιφανείᾳ Μονῇ Δοχειαρίου τῇ θείᾳ, Ἀρχάγγελοι Χριστοῦ, ἐμφανῶς, Μιχαὴλ καὶ Γαβριὴλ ἱερώτατοι· διὸ ὑμᾶς γεραίρομεν ὡς ἀρωγοὺς ἡμῶν, βοῶντες·

Ἀλληλούϊα.


Φωτοφόρος καὶ πλήρης οὐρανίου ἰσχύος ὁρᾶσαι, Μιχαὴλ στρατηγέτα, καὶ χεῖρα βοηθείας ἀεὶ ἐπορέγεις τοῖς πιστῶς σοι προστρέχουσι, κινδύνων ἐξαιρούμενος τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, Κυρίου τὴν δόξαν βλέπων·
χα
ῖρε, ἁγίαν δύναμιν ἔχων.
Χα
ῖρε, ὁ ἀδύτῳ φωτὶ ἐλλαμπόμενος·
χα
ῖρε, ὁ κινδύνων ἡμᾶς ἐκρυόμενος.
Χα
ῖρε, μέγιστε Ἀρχάγγελε τῆς ἰσχύος τοῦ Θεοῦ·
χα
ῖρε, κράτιστε ἀντίπαλε τῆς μανίας τοῦ Ἐχθροῦ.
Χα
ῖρε, ὅτι ταχέως τῶν πιστῶν προστατεύεις·
χα
ῖρε, ὅτι ὀξέως τὸν Βελίαρ ἐκτρέπεις.
Χα
ῖρε, Θεοῦ ὁρῶν τὴν λαμπρότητα·
χα
ῖρε, νοὸς σοβῶν ἀμαυρότητα.
Χα
ῖρε, ψυχῶν ἀπελαύνων τὸ ἄχθος·
χα
ῖρε, ἐχθρῶν καταβάλλων τὸ κράτος.

Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.


Χαίρει πᾶσα ἡ κτίσις, βοηθοὺς καὶ προστάτας, δυὰς τῶν φωταυγῶν Ἀρχαγγέλων, πλουτήσασα ὑμᾶς ἐκ Θεοῦ, καὶ ταῖς πτέρυξιν ὑμῶν σπεύδομεν, ὦ Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῇ Τριάδι ἐκβοῶμεν·

Ἀλληλούϊα.


Ψάλλων ἐν τοῖς ὑψίστοις, Γαβριήλ, τῇ Τριάδι σὺν πάντων τῶν Ἀγγέλων τοῖς δήμοις τὸν τρισάγιον ὕμνον ἀεί, ὑπὲρ ἡμῶν διὰ παντὸς ἱκέτευε, ὡς ἂν πόνων καὶ θλίψεων ῥυώμεθα οἱ ἐκβοῶντες·

Χαῖρε, Ἀρχάγγελε φωτοφόρε·
χα
ῖρε, ἐν ἅπασι σελασφόρε.
Χα
ῖρε, ὁ πυρίνων ταγμάτων πρωτάγγελος·
χα
ῖρε, ὁ πνευμάτων σκοτίων ἀντίμαχος.
Χα
ῖρε, φύλαξ ὁ θερμότατος εὐσεβῶν χριστιανῶν·
χα
ῖρε, στήριγμα ἀκράδαντον κλονουμένων καρδιῶν.
Χα
ῖρε, τῆς Ἐκκλησίας ἀῤῥαγὴς προστασία·
χα
ῖρε, τῶν σὲ ὑμνούντων ψυχικὴ θυμηδία.
Χα
ῖρε, δι᾿ οὗ τοῦ σκότους ῥυσθήσομαι·
χα
ῖρε, δι᾿ οὗ φωτὸς πληρωθήσομαι.
Χα
ῖρε, ἀκτὶς τῆς ἐν σκότει ψυχῆς μου·
χα
ῖρε, κρηπὶς τῆς παρούσης ζωῆς μου.

Χαίροις, Γαβριὴλ ἀρχάγγελε.


Ὦ δυὰς φωτοφόρε τῶν λαμπρῶν Ἀρχαγγέλων, Μιχαὴλ καὶ Γαβριὴλ συνάμα, (ἐκ γ’) τοῦ ἀδύτου φωτὸς κοινωνοὺς ταῖς φωταυγέσι λιταῖς ὑμῶν δείξατε τοὺς πόθῳ ὑμᾶς μέλποντας, καὶ τῇ Τριάδι ἐκβοῶντας·

Ἀλληλούϊα.

 


Καὶ πάλιν τὸ εἰρημένον Κοντάκιον.
Κοντάκιον. Ἦχος πλ.δ´. Τῇ Ὑπερμάχῳ.
Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι, οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης, τῶν παγίδων τοῦ δολίου Πολεμήτορος ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε τοὺς κραυγάζοντας·

Χαίροις, ζεῦγος ἀσώματον.